Τρίτη, 17 Φεβρουαρίου 2015

ΥΠΕΡΑΓΑΘΕ ΛΟΓΕ

Ὑπεράγαθε Λόγε σὺν τῷ Πατρί, καὶ τῷ Πνεύματι κτίσας τὰ ὁρατά, ὁμοῦ καὶ ἀόρατα, ἐν ἀρρήτῳ, σοφίᾳ σου, τῆς φαιδρᾶς Νηστείας, καιρὸν διανύσασθαι, ἐν εἰρήνῃ βαθείᾳ, εὐδόκησον εὔσπλαγχνε, λύων τὴν ἀπάτην, τῆς πικρᾶς ἁμαρτίας, παρέχων κατάνυξιν, καὶ ἰάσεων δάκρυα, καὶ πταισμάτων συγχώρησιν, ἵνα ἀδιστάκτῳ ψυχῇ, ἐν προθύμῳ τῷ πνεύματι νηστεύοντες, σὺν ἀγγέλοις ὑμνοῦμεν τὸ κράτος σου. (