Τετάρτη, 11 Φεβρουαρίου 2015

Ο ΣΤΕΓΑΖΩΝ ΕΝ ΥΔΑΣΙ

Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ Ἥλιος, σὲ δοξάζει Σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ, καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας.

Ὡς κριὸς ἐθελόθυτος, ὡς ἱερεῖον δεκτόν, ὡς ἀμνὸς ἄκακος, χαίρων προσήχθης τῷ τυθέντι ἀμνῷ, εἰς ἡμῶν λύτρωσιν, καὶ Μαρτύρων συνήφθης ὁμηγύρει, μέλπων σύν Ἀγγέλοις, τὴν ἱερωτάτην Παμμάκαρ ὑμνῳδίαν.

Σταλαγμοῖς τῶν αἱμάτων σου, ἀποξηράνας βυθὸν ἀθεΐας Μάρτυς, ἔβλυσας κόσμῳ, ἰαμάτων κρουνούς, παύοντας καύσωνα, παθημάτων παντοίων, τῶν ἐν πίστει σοι καταφευγόντων, καὶ ὑπερυψούντων Χριστὸν εἰς τοὺς αἰῶνας.

Οὐκ ἀρνούμεθα Κύριον, τὸν ἐπὶ πάντων Θεόν, ἱερῶν γυναίων χορός, ἐβόα ὁ Μακάριος· ὅθεν ξεόμεναι, καὶ πυρὶ ὁμιλοῦσαι, καὶ σιδήρῳ κάρας ἐκτμηθεῖσαι, ἔχαιρον ὑμνοῦσαι, Χριστὸν εἰς τοὺς αἰῶνας.