Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 25 Φεβρουαρίου 2015

ΤΑΡΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΦΕΒΡΟΥΑΡΙΟΥ

Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ταρασίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ταρασίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Ἄκλειστος ὅρμος Ταράσιον λαμβάνει,
Κόσμου ταραχῆς, καὶ ζάλης σεσωσμένον.
Εἰκάδι ἐκ ταράχοιο Ταράσιος ἔπτατο πέμπτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀλέξανδρος ξίφει τελειοῦται.
Τὸν Ἀλέξανδρον δίσκος εἶδεν ἡλίου,
Ὑπὲρ Χριστοῦ τμηθέντα, δόξης Ἡλίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Ῥηγίνου, ἐπισκόπου Σκοπέλου.
Ἄσειτος εἶ Ῥηγῖνε τὴν προθυμίαν,
Κἂν δεινὸν ἐνσείσωσι πυκνὰ σοι ξίφη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀντώνιος πυρὶ τελειοῦται.
Ἐνθέντες Ἀντώνιον εἰς πῦρ οἱ πλάνοι,
Ἔψουσιν ὄψον νόστιμον τῷ Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θεόδωρος, ὁ διὰ Χριστὸν σαλός, ἐν εἰρήνῃ τελειοῦται.
Ἑκων ἀμείψας, ὡς ὁ Δαυΐδ, τὰς φρένας,
Βίον διέδρας, οὐ τὸν Ἀγχοῦς παμμάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάρκελλος, Ἐπίσκοπος Ἀπαμείας τῆς Κύπρου, ξίφει τελειοῦται.
Σπένδεις Θεῷ, Μάρκελλε, θερμῷ τῷ πόθῳ,
Θερμοὺς σταλαγμοὺς αἱμάτων ἐξ αὐχένος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.