Τρίτη, 24 Φεβρουαρίου 2015

ΜΝΗΜΗ ΕΥΡΕΣΕΩΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΠΡΟΔΡΟΜΟΥ ΚΑΙ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΦΕΒΡΟΥΑΡΙΟΥ

Μνήμη τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

Ἐκ γῆς προφαίνει Πρόδρομος σεπτὴν Κάραν,
Καρποὺς παραινῶν ἀξίους ποιεῖν πάλιν.
Ὁ Βαπτίσας πρὶν ὑδάτων πηγαῖς ὄχλους,
Γῆθεν φανεὶς βάπτιζε πηγαῖς θαυμάτων.
Εἰκοστὴν Προδρόμοιο φάνη Κάρη ἀμφὶ τετάρτην.

Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.