Πέμπτη, 5 Φεβρουαρίου 2015

ΕΝ ΑΒΥΣΣΩ ΠΤΑΙΣΜΑΤΩΝ ΚΥΚΛΟΥΜΕΝΟΣ, ΤΗΝ ΑΝΕΞΙΧΝΙΑΣΤΟΝ ΤΗΣ ΕΥΣΠΛΑΓΧΝΙΑΣ

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Ματαιόφρων ὑπάρχων ὁ τύραννος, σὲ τὴν καλλιπάρθενον συλῆσαι ἤλπισεν, ἀλλ' ἀναιδῶς ἐλήλεγκται, προσβαλὼν τῷ στερρῷ σου φρονήματι.

Ἐξεχύθη σου χάρις ἐν χείλεσι, Μάρτυς ἀγαθώνυμε· τρανῶς γὰρ ἤλεγξας τὸν προφανῶς ἀναίσχυντον, θεοδίδακτον λόγον πλουτήσασα.

Λίθος ὤφθης πανέντιμος ἔνδοξε, νοῦν αὐτοπροαίρετον ὅσιον ἔχουσα, καὶ τῆς πατρίδος λύτρωσις, ἀσφαλὴς γενομένη Ἀγάθη σεμνή.