Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 24 Νοεμβρίου 2014

ΟΣΙΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ ΚΑΙ ΙΕΡΟΜΑΡΤΥΡΩΝ, ΚΛΗΜΕΝΤΟΣ ΡΩΜΗΣ, ΚΑΙ ΠΕΤΡΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ

Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ Ἱερομαρτύρων, Κλήμεντος Ῥώμης, καὶ Πέτρου Ἀλεξανδρείας.

Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κλήμεντος Ἐπισκόπου Ῥώμης.

Βληθεὶς ὁ Κλήμης εἰς βυθὸν σὺν ἀγκύρᾳ,
Πρὸς Χριστὸν ἥκει, ἄγκυραν τὴν ἐσχάτην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου, Ἐπισκόπου Ἀλεξανδρείας.

Ἄρρηκτος ἦν τὴν πίστιν ὁ τμηθεὶς Πέτρος,
Ὃς εἶδε Χριστοῦ τὴν στολὴν ἐρρηγμένην.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Μάλχος ἐν εἰρήνῃ τελειοῦται.

Οἱ ψυχοπομποὶ συγκατέπτησαν νόες,
Ψυχὴν ἀπάξαι Μάλχε τὴν σὴν Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Καρίων ἐν εἰρήνῃ τελειοῦται.

Θεὶς πάντα πόρρω Καρίων ψυχῆς κάραν,
Ἤθλησε νῷ νήφοντι μέχρι καὶ τέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑρμογένης, Ἐπίσκοπος Ἀκραγαντίνων, ἐν εἰρήνῃ τελειοῦται.

Ἀπάρας Ἑρμόγενες ἀνθρώπων γένους,
Κατῄσχυνας φρύαγμα δαιμόνων γένους.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Φιλούμενος καὶ Χριστοφόρος ξίφει τελειοῦνται.

Φιλούμενον τέμνουσι καὶ Χριστοφόρον,
Αὐτῷ φανέντας πράγματι Χριστοῦ φίλους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Εὐγένιος, ἐν ὀπῇ τείχους βληθεὶς τῆς εἰσόδου πηλῷ ἀναφραγείσης, τελειοῦται.

Μάτην ὀπὴ ὡς κλεῖθρα τὸν πηλὸν φέρεις·
Εὐγενίῳ γὰρ πρὸς Θεὸν τρίβος γίνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Προκόπιος καὶ Χριστοφόρος ξίφει τελειοῦνται.

Ὁ Προκόπιος «Ὡς ἐγὼ Χριστοφόρε,
Θοῦ καὶ σύ, φησίν, εἰς τομὴν τὸν αὐχένα».

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀλεξάνδρου τοῦ ἐν Κορίνθῳ, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου τοῦ ἐν τῇ Χρυσῇ Πέτρᾳ ἀσκήσαντος, ὃς ὥρμητο ἐκ τῶν τῆς Ἀνατολῆς μερῶν, καὶ ἐλθὼν κατῴκησεν ἐν τῇ ῥηθείσῃ Πέτρᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου τοῦ ἐν Ἀντιοχείᾳ.

Δῶρον Θεοῦ τέμνουσι Μάκαρ σε ξίφει,
Δῶρον Θεῷ φέροντα αἷμα τραχήλου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.