Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 17 Νοεμβρίου 2014

ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ

Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου Νεοκαισαρείας, τοῦ θαυματουργοῦ.
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου Νεοκαισαρείας τοῦ θαυματουργοῦ.

Ὁ Γρηγόριος, θαυματουργῶν καὶ πάλαι,
Θεῷ παραστάς, θαυματουργεῖ τι πλέον.
Ἑβδομάτῃ δεκάτῃ τε μέγας θάνε θαυματουργος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Λαζάρου τοῦ Ζωγράφου.
Οὐ ζωγραφεῖ σε Λάζαρος καὶ νῦν Λόγε,
Ἀλλὰ βλέπει σε ζῶντα, μὴ ληπτὸν χρόαις.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ὁσίων Ζαχαρίου τοῦ Σκυτοτόμου, καὶ Ἰωάννου, καὶ διήγησις ὠφέλιμος.

Ὁ Ὅσιος Γεννάδιος, ὁ ἐν τῇ μονῇ τοῦ Βατοπεδίου ἀσκήσας, καὶ δοχειάρης (τροφοδότης) αὐτῆς ὤν, καὶ τὸ θαῦμα τοῦ ἔλαιον ἀναβλύσαντος ἐκ κενοῦ πίθου ἰδών, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λογγῖνος ἐν εἰρήνῃ τελειοῦται.
Ἔχεις ἀθλητὴν Χριστὲ Λογγῖνον μέγαν.
Ἔχεις δὲ καὶ Λογγῖνον ἀσκητὴν μέγαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Γεννάδιος, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.
Ὁ Γεννάδιος εὗρε τὴν Ἐδὲμ στέφος,
Φανεὶς νοητὴν πρὸς παλαίστραν γεννάδας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Μάξιμος, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.
Μάξιμος ὠδίνησε, καὶ τεκὼν τέκνα,
Πράξεις ἁγνάς, ἄπεισιν ἁγνὸς ἐκ βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἰουστῖνος ἐν εἰρήνῃ τελειοῦται.
Ἀσκητικὸς ἄγρυπνος ὀφθαλμὸς μύει,
Ἰουστῖνος, τὸ θαῦμα τῶν ἠσκηκότων.

Ταῖς τῶν Ἁγίων σου πρεσβείας, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.