Τρίτη, 25 Νοεμβρίου 2014

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ, ΤΩΝ ΧΑΛΔΑΙΩΝ Ο ΤΥΡΑΝΝΟΣ

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Σαῖς διδαχαῖς Βασίλισσα, πειθαρχοῦσα προσέδραμε, τῇ θεοσεβείᾳ, καὶ στερρῶς ὑπέμεινε, τῶν πόνων τὴν αἴσθησιν, καὶ βασιλείας τῶν οὐρανῶν, τῆς ἀδιαδόχου, προφανῶς ἠξιώθη, βοῶσα· Τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μετὰ μαρτύρων γένοιτο, τῶν πιστῶν τὰ αἰτήματα· ἡ γὰρ Ἀθληφόρος, τῷ Χριστῷ παρίσταται, αἰτοῦσα τὰ κρείττονα, καὶ σωτηρίας πρόξενα, τοῖς τὴν παναγίαν, καὶ σεπτὴν αὐτῆς μνήμην, προθύμως ἐκτελοῦσι, καὶ πιστῶς μελῳδοῦσι· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἀναπετάσας δέχεται, ὁ Νυμφίος σε Πάνσοφε, πύλας Παραδείσου, καὶ παστάδα πάνσεμνον, οἰκεῖν παρεσκεύασε, καὶ βασιλείας μέτοχον, ὡς συγκοινωνόν, τῶν παθημάτων δεικνύει· ᾧ νῦν παρισταμένη, Βασιλέων θυγάτηρ, λαμπρῶς, πεποικιλμένη, ἡμῶν μὴ ἐπιλάθῃ.

Σεσοφισμένοις ῥήμασιν, ἐπειρᾶτο ὁ τύραννος, πιθανολογίαις, ὁ δεινὸς χρησάμενος, ἐκλύειν τὴν ἔνστασιν, τὴν σὴν ἐλπίσας, Ἔνδοξε· ἀλλὰ νυμφευθῆναι, τῷ Χριστῷ βουλομένη, ἐβόας· Τὸν Δεσπότην, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.