Σάββατο, 8 Νοεμβρίου 2014

ΤΟΝ ΕΝ ΟΡΕΙ, ΑΓΙΩ

«Τὸν ἐν ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Παρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Τῶν Ἀγγέλων, ζηλώσωμεν τὸν βίον, καὶ τὰς φρένας, πτερώσωμεν εἰς ὕψος, καὶ σὺν αὐτοῖς ἀΰλως ἀναμέλψωμεν, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τούς αἰῶνας.

Θιασῶται, χορείας οὐρανίου, οἱ τὸν θρόνον ἀμφέποντες τῆς δόξης, περὶ Θεόν τε πάντοτε στρεφόμενοι, Ἄγγελοι ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, αὐτὸν εἰς τοὺς αἰῶνας.

Τὴν ἀΰλου, πυρὸς ποιοῦσαν φλόγα, τοὺς ἐν ὕψει, ἀπαύστως λειτουργοῦντας, καί τους Ἀγγέλους πνεύματα δεικνύουσαν, Τριάδα προσκυνοῦμεν, καὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.