Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 29 Νοεμβρίου 2014

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΠΑΡΑΜΟΝΟΥ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παραμόνου

Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Παραμόνου, καὶ τῶν Ἁγίων τριακοσίων ἑβδομήκοντα συμμαρτύρων αὐτοῦ.

Ὁ Παράμονος νύπεταί σοι Χριστέ μου.
Γνοὺς γὰρ Θεὸν μόνον σε, σοὶ θνῄσκει μόνῳ.
Ξίφει κεφαλὰς ἄνδρες ἑπτάκις δέκα
Σὺν ἐξαπλῇ διδοῦσι πεντηκοντάδι.
Παράμονον δ' ἐνάτῃ κτάνον εἰκάδι ἔγχεα μακρά.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φιλουμένου.
Φιλουμένου πείρουσιν ἥλοις τοὺς πόδας,
Χριστὸν φιλοῦντος καὶ Θεῷ φιλουμένου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Θεσσαλονίκης, καὶ τοῦ Ἁγίου Ἱερομάρτυρος τοῦ ἐν Περσίδι, καὶ τῶν Ἁγίων ἓξ Μαρτύρων, οὕς διωκομένους, πέτρα ῥαγεῖσα ὑπεδέξατο αὐτούς.
Ἤνοιξε πέτραν εἰς ταφὴν ἓξ ἀνδράσιν,
Ὁ νεκρὸς εὑρὼν εἰς ταφὴν Χριστὸς πέτραν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὃ Ἅγιος Οὐρβανὸς Ἐπίσκοπος Μακεδονίας, ἐν εἰρήνῃ τελειοῦται.
Ὁ χερσὶν οὗτος ἐκπνέων τῶν Ἀγγέλων,
Οὐρβανὸς ἐστιν, οὗ βίος κατ' Ἀγγέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὃ Ἅγιος Διονύσιος, Ἐπίσκοπος Κορίνθου, ξίφει πληγεὶς τελειοῦται.
Διονύσιος εἷς τελῶν θυηπόλων,
Ξίφος μετελθών, εἷς ἐστι καὶ Μαρτύρων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Παγκόσμιος ἐν εἰρήνῃ τελειοῦται.
Σύμπας ὁ κόσμος οὐδὲν ἦν Παγκοσμίῳ·
Ἐδὲμ γὰρ ἤρα καὶ μόνης, ἣν λαμβάνει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πιτυροῦν ἐν εἰρήνῃ τελειοῦται.
Τῇ σῇ θελήσει πρὸς σὲ χωρεῖ Χριστέ μου,
Ὁ σῶν Πιτυροῦν ἐργάτης θελημάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Οὐαλλερῖνος ξίφει τελειοῦται.
Διὰ στέφος πάντιμον οἴσω καὶ ξίφος.
Ὁ Μάρτυς ἐκραύγαζεν Οὐαλλερῖνος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Φαῖδρος, ῥητίνης ζεούσης καταχεθείσης αὐτῷ, τελειοῦται.
Πολλοὺς πρὸς ἄλλα, πρὸς δὲ ῥητίνης ζέσιν,
Στερρῶς ἀθλοῦντα, Φαῖδρον ἔγνωμεν μόνον.

Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Διγαλάκης Ιάσων