Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 21 Νοεμβρίου 2014

ΕΥΦΡΑΙΝΕΤΑΙ ΣΗΜΕΡΟΝ, ΦΑΙΔΡΩΣ ΙΩΑΚΕΙΜ

Εὐφραίνεται σήμερον, φαιδρῶς Ἰωακείμ, καὶ Ἄννα ἡ ἄμεμπτος, Κυρίῳ τῷ Θεῷ, προσφέρει θυσίαν τὴν δοθεῖσαν αὐτῇ, ἐξ ἐπαγγελίας, ἁγίαν θυγατέρα.

καυχῶνται οἳ Ἅγιοι, Δαυῒδ καὶ Ἰεσσαὶ· Ἰούδας σεμνύνεται· ἐκ ῥίζης γὰρ αὐτῶν, ἐβλάστησε γόνος, ἡ Παρθένος ἁγνή, ἐξ ἧς ἐγεννήθη, Θεὸς ὁ πρὸ αἰώνων.

Μαρία ἡ ἄχραντος, καὶ ἔμψυχος σκηνή, προσφέρεται σήμερον, ἐν οἴκῳ τοῦ Θεοῦ, καὶ δέχεται ταύτην, Ζαχαρίας χερσίν, ὡς ἡγιασμένον, κειμήλιον κυρίου.

Ὡς πύλην σωτήριον, καὶ ὄρος νοητόν, ὡς κλίμακα ἔμψυχον, Τιμήσωμεν πιστοί, τὴν ὄντως Παρθένον, καὶ Μητέρα Θεοῦ, τὴν εὐλογηθεῖσαν, χερσὶ τῶν Ἱερέων.

Προφῆται, Ἀπόστολοι, καὶ Μάρτυρες Χριστοῦ, Ἀγγέλων τὰ τάγματα, καὶ πάντες γηγενεῖς, τιμήσωμεν ὕμνοις, τὴν Παρθένον ἁγνήν, ὡς εὐλογημένην, Μητέρα τοῦ Ὑψίστου.

Ναῷ σε προσέφερον, πανάχραντε Ἁγνή, οἱ θείως τεκόντες σε, ὡς θῦμα καθαρόν, καὶ ξένως αὐλίζῃ, ἐν ἀδύτοις Θεοῦ, προετοιμασθῆναι, εἰς κατοικίαν Λόγου.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν κύριον.

Ὑμνείσθω τρισάγιος, Πατὴρ καὶ ὁ Υἱός, καὶ Πνεῦμα, τὸ Ἅγιον, ἀμέριστος Μονάς, ἡ μία θεότης, ἡ κρατοῦσα δρακί, τὴν σύμπασαν κτίσιν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ ἄναρχος ἄρχεται, ὁ Λόγος ἐν σαρκί, τεχθεὶς ὡς ηὐδόκησε, Θεός τε καὶ βροτός, ἐκ Κόρης Παρθένου, ἀναπλάττων ἡμᾶς, τοὺς πρὶν πεπτωκότας, δι' ἄκραν εὐσπλαγχνίαν.