Πέμπτη, 27 Νοεμβρίου 2014

ΚΟΣΜΟΥ, ΤΑ ΤΕΡΠΝΑ ΚΑΤΑΛΙΠΩΝ

Κόσμου, τὰ τερπνὰ καταλιπών, γένους περιφάνειαν πλοῦτον, καὶ ὡραιότητα, πᾶσάν τε τὴν αἴσθησιν, ἀπαρνησάμενος, καὶ τὸ σῶμα τεμνόμενος, παθῶν ἐκμιμήσει, χαίρων ἠκολούθησας, Χριστῷ Ἰάκωβε, ὡς οὖν κοινωνὸς παθημάτων, δόξης ἐχρημάτισας ὄντως, καὶ τῆς βασιλείας νῦν συμμέτοχος.

Μέλη, θεριζόμενος σαρκός, καὶ τὰς ἀφορήτους ὀδύνας, τῶν αἰκισμῶν καρτερῶν, Μάρτυς ἀξιάγαστε, Χριστοῦ Ἰάκωβε, καὶ τυράννων ὠμότητα, πατήσας ἀνδρείως, νίκης τὸν πολύτιμον, στέφανον εἴληφας· ᾧ νῦν ἐγκοσμούμενος Μάκαρ, θείῳ τοῦ Δεσπότου σου θρόνῳ, μετὰ τῶν συνάθλων σου παρίστασαι.

Ἔχων, παρρησίαν πρὸς Χριστόν, πάντων τῶν ἐν πίστει τελούντων, τὴν σὴν σεπτὴν ἑορτήν, Μάρτυς παναοίδιμε, θερμῶς προΐστασο, τῶν κινδύνων ῥυόμενος, παθῶν ἀπαλλάττων, πάσης περιστάσεως, δεινῶν λυτρούμενος, νέμων καὶ ψυχῶν σωτηρίαν, θείαις σου ἐντεύξεσιν ὅπως, τοὺς λαμπροὺς ἀγῶνάς σου δοξάζωμεν.

Καρτερῶν ἐν ἀθλήσει, Μάρτυς Ἰάκωβε, τὸ σῶμά σου παρέδωκας διὰ Χριστὸν τὸν Θεόν, καὶ μελιζόμενος χεῖρας καὶ μηρούς, καὶ βραχίονας καὶ κνήμας καὶ τοὺς δακτύλους, καὶ τελευταῖον τὴν κάραν σου, ἀνίπτασαι ἐν οὐρανοῖς, συμβασιλεύειν τῷ βασιλεῖ τοῦ παντός. Διὸ Ἀθλούντων κράτιστε, μὴ διαλίπῃς ἱκετεύων, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν, ἐκ πάσης βλάβης τοῦ ἀλλοτρίου.