Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 2 Νοεμβρίου 2014

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΑΚΙΝΔΥΝΟΥ

Τῌ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝοΕΜΒΡΙοΥ

Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκινδύνου, Πηγασίου, Ἀφθονίου, Ἐλπιδηφόρου καὶ Ἀνεμποδίστου.
Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων Ἀκινδύνου, Πηγασίου, Ἀφθονίου, Ἐλπιδηφορου, καὶ Ἀνεμποδίστου.

Ἀκίνδυνον πῦρ, τῶν δὲ λοιπῶν τεττάρων,
Οὓς μὲν τὸ πῦρ ἔκτεινεν, οὓς δὲ τὸ ξίφος.
Δευτέρῃ Ἀφθονίῳ καὶ τέταρσι, πῦρ ἄορ, ἆθλος.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἀπὸ τῆς Συγκλήτου βουλῆς Ἅγιοι ξίφει τελειοῦνται.
Συγκλητικοὶ ποθοῦντες ἄφθαρτον γέρας,
Συγκλητικὰ τμηθέντες ἀρνοῦνται γέρα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐδοξίου, Ἀγαπίου, καὶ λοιπῶν Ἁγίων ὀκτώ.
Τὸ πῦρ ἀριστεῖς καρτερήσαντες δέκα,
Πρὸς τὴν ἀρίστην λῆξιν ἧκον οἱ δέκα.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκιανοῦ τοῦ ἐν τῇ Κύρῳ.

Οἱ Ἅγιοι Μάρτυρες Εὐδόξιος καὶ Ἀγάπιος, καὶ ἕτεροι ὀκτὼ πυρὶ τελειοῦνται.

Αἱ Ἅγιαι Μάρτυρες Κυριακὴ Δομνῖνα καὶ Δόμνη, ξίφει τελειοῦνται.

Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.