Πέμπτη, 9 Οκτωβρίου 2014

ΤΩ ΚΑΛΑΜΩ ΤΗΣ ΧΑΡΙΤΟΣ, ΕΚ ΒΥΘΟΥ

Τῷ καλάμῳ τῆς χάριτος, ἐκ βυθοῦ ματαιότητος, τοὺς βροτοὺς ἀνείλκυσας ἀξιάγαστε, τοῦ Διδασκάλου τοῖς νεύμασιν, ὑπείκων Ἰάκωβε, τοῦ φωτίσαντος τὴν σήν, κατὰ πάντα διάνοιαν, καὶ Ἀπόστολον, καὶ σεπτὸν θεηγόρον σε παμμάκαρ, ἀναδείξαντος τῆς τούτου, ἀκαταλήπτου θεότητος.

Ἡ τοῦ Πνεύματος ἔλλαμψις, ἐπὶ σὲ καταβέβηκε, τοῦ πυρὸς ἐν εἴδει, καὶ σὲ μακάριε, θεῖον δοχεῖον εἰργάσατο, συντόνως ἐλαύνοντα, ἀθεΐας τὴν ἀχλύν, καὶ τόν κόσμον φωτίζοντα, τῇ λαμπρότητι, τῶν πανσόφων σου λόγων μυστολέκτα, Ἀποστόλων ἡ ἀκρότης, Χριστοῦ αὐτόπτα Ἰάκωβε.

Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει καθεύδοντας, ἀγνωσίας ἔνδοξε, κατεφώτισας, οὓς ἀναδείξας Ἰάκωβε, υἱοὺς διὰ πίστεως, τοῦ Δεσπότου καὶ Θεοῦ, τούτου πάθος ἐζήλωσας, καὶ τὸν θάνατον, καὶ τῆς δόξης ἐγένου κληρονόμος, ὡς σοφὸς καὶ θεηγόρος, ὡς μαθητης ἀληθέστατος.