Πέμπτη, 9 Οκτωβρίου 2014

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΙΑΚΩΒΟΥ ΤΟΥ ΑΛΦΑΙΟΥ

Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΟΚΤΩΒΡΙΟΥ

Μνήμη του Ἁγίου Ἀποστόλου Ἰακώβου τοῦ Ἀλφαίου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀνδρονίκου, καὶ τῆς συμβίας αὐτοῦ.

Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἰακώβου τοῦ Ἀλφαίου.

Τὸν σταυρὸν Ἰάκωβος αἴρων ἠδέως,
Ὡς ἔστι Σῶτερ ἄξιός σου δεικνύει.
Ἀμφ' ἐνάτην Ἰάκωβος ἑνὶ Σταυρῷ τετάνυστο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀνδρονίκου, καὶ Ἀθανασίας τῆς συμβίου αὐτοῦ.

Σύσκηνον Ἀνδρόνικος Ἀθανασίαν,
Κόσμῳ τ' ἐν ἀσκήσει κἀν πόλῳ ἔχει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ποπλίας.
Ῥυσθεῖσα κόσμου τῆς πλάνης ἡ Ποπλία,
Πόλου πρόσεισι φωλεοῖς ὡς στρουθίον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου.

Εἰς ὕψος ἀρθεὶς ἀρετῶν θεῖος Πέτρος,
Τὸν χοῦν ἀπεκδύς, ὕψος οὐρανοῦ φθάνει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δωροθέου Ἐπισκόπου Τύρου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ δικαίου Ἀβραάμ, καὶ τοῦ ἀνεψιοῦ αὐτοῦ Λώτ.

Τὶς οἶκός ἐστιν; Ἀβραὰμ τεθνηκότος.
Οὐ κόλπος ἄλλοις οἶκος, ὡς τῷ Λαζάρῳ.
Ὑπῆρξε τῷ Λὼτ οὐρανός Σηγὼρ νέα,
Εἰς ὃν φθάσας, πέφευγεν ὡς πῦρ τὸν βίον.

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.