Σάββατο, 11 Οκτωβρίου 2014

ΝΑΜΑΤΩΝ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ

Ναμάτων τοῦ Πνεύματος, πληρωθεὶς ὡς ποταμός, θείας Ἐδὲμ πεπόρευσαι, προσεπικλύζων κύματι γαληνῷ, τῆς γῆς τὰ πληρώματα, καὶ ἀρδεύων καρδίας Ἀξιάγαστε.

Ἀνοίξας τὸ στόμα σου, ἐπληρώθης Μαθητά, πνευματικῆς συνέσεως, καὶ διανοίξας φάρυγγος πονηροῦ, τὴν πτύξιν ἀνέσπασας, ἀναρίθμητα πλήθη καὶ διέσωσας.

Ἰσχὺς καταβέβληται, ἀοράτου δυσμενοῦς, καὶ παντελῶς ἠφάνισται, σοῦ ἐν ἰσχὺϊ Πνεύματος τὸν Χριστόν, κηρύττοντος Φίλιππε, σταυρωθέντα καὶ ἔθνη προσκαλούμενον.