Κυριακή, 19 Οκτωβρίου 2014

ΡΟΜΦΑΙΑ ΩΣ ΕΦΗΣΕΝ, Ο ΣΥΜΕΩΝ ΤΗΝ ΚΑΡΔΙΑΝ

Ῥομφαία ὡς ἔφησεν, ὁ Συμεὼν τὴν καρδίαν, τὴν σὴν διελήλυθε, Παναγία Δέσποινα, ὅτε ἔβλεψας, τὸν ἐκ σοῦ λάμψαντα, ἀπορρήτῳ λόγῳ ὑπ' ἀνόμων ὡς κατάκριτον, Σταυρῷ ὑψούμενον, ὄξος καὶ χολήν τε γευόμενον, πλευράν τε ὀρυττόμενον, χεῖράς τε καὶ πόδας ἡλούμενον, καὶ ὀδυρομένη, ὠλόλυζες βοῶσα μητρικῶς· Τὶ τοῦτο, τέκνον γλυκύτατον, τὸ καινὸν μυστήριον;