Πέμπτη, 16 Οκτωβρίου 2014

ΤΟΝ ΒΡΟΤΟΝ ΧΡΗΜΑΤΙΣΑΝΤΑ

Τὸν βροτὸν χρηματίσαντα, καὶ Σταυρῷ ὁμιλήσαντα, καὶ ἡλίου ἔλλαμψιν ἀμαυρώσαντα, καὶ ἐκ πλευρᾶς ἀναβλύσαντα, σωτήριον ἄφεσιν, κατιδὼν μετὰ λῃστοῦ, τοῦ εὐγνώμονος Ἔνδοξε, ὡμολόγησας, καὶ Θεὸν καὶ Δεσπότην ἑκουσίως, ὑπομείναντα τὰ πάθη, δι' εὐσπλαγχνίαν ἀμέτρητον.

Τὴν κατάκαρπον ἄμπελον, ἐπὶ ξύλου θεώμενος, ἠρτημένην Ἔνδοξε καὶ πηγάζουσαν, οἶνον ζωῆς καὶ ἀφέσεως, τὰ χείλη ὑπέθηκας, τῆς καρδίας καὶ πιών, εὐφροσύνης πεπλήρωσαι, τὴν κατάπικρον, ἀπιστίαν ἐμέσας ὡς ἐχέφρων, ὡς τοῦ χείρονος τὸ κρεῖττον, περιφανῶς προελόμενος.

Θανατώσας τὸν τύραννον, εὐτολμίᾳ τῶν λόγων σου, πρὸς σφαγὴν ἑκούσιον ηὐτομόλησας, οὐ δειλιάσας πανεύφημε, Λογγῖνε τὸν θάνατον, τὴν ἀθάνατον ζωήν, προξενοῦντά σοι χάριτι· ὅθεν πίστει σου, τὴν πανέορτον μνήμην ἐκτελοῦμεν, δυσωποῦντές σε πρεσβεύειν, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.