Τετάρτη, 15 Οκτωβρίου 2014

ΓΝΩΣΕΙ ΤΗ ΘΕΙΑ ΚΑΘΩΠΛΙΣΜΕΝΟΣ, ΚΑΙ ΤΟΝ ΝΟΥΝ ΘΕΙΑ ΔΟΞΗ

Γνώσει τῇ θείᾳ καθωπλισμένος, καὶ τὸν νοῦν θείᾳ δόξῃ ἐλλαμφθεὶς Ἀθλητά, τῷ Πνεύματι φωτιζόμενος, μάχαιρα ὤφθης ἐστιλβωμένη, τὰ ζιζάνια πάντα ἄρδην ἐκτέμνων, αἱρετικῶν τὰ ἀλλόφυλα δόγματα ἔνδοξε, καὶ κήρυξ τῆς ἀληθείας, πρὸς ζωὴν ὑπαλείφων ἅπαντας, τοὺς εὐσεβῶς προσιόντας σοι, ἐκ κινδύνων δὲ λυτροῦσαι καὶ θλίψεων· Πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.