Κυριακή, 19 Οκτωβρίου 2014

ΜΟΝΟΣ ΥΠΕΡ ΑΠΑΝΤΑΣ

Μόνος ὑπὲρ ἅπαντας, υἱοὺς ἀνθρώπων ὁ τάλας, μόνος ἐπλημμέλησα, τὰ καὶ λόγῳ ἄφθεγκτα καὶ ἀκούσματι, μηδαμῶς Ἄχραντε, φορητὰ πέλοντα· διὰ τοῦτό σου καὶ δέομαι· Σύγγνωθι Δέσποινα, σύγγνωθι καὶ δὸς μοι μετάνοιαν, δὸς μοι ἐξομολόγησιν, δὸς μοι στεναγμούς τε καὶ δάκρυα, ἵνα διὰ τούτων, συντρίβων τὴν καρδίαν μου ἀεί, κράζω τό, Ἥμαρτον Κύριε, ἱλάσθητι σῶσόν με.