Τετάρτη, 22 Οκτωβρίου 2014

ΑΒΕΡΚΙΟΥ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΑΓΙΟΥ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΟΚΤΩΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου καὶ Ἰσαποστόλου Ἀβερκίου, Ἐπισκόπου Ἱεραπόλεως τοῦ θαυματουργοῦ, καὶ τῶν Ἁγίων ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ.
Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν καὶ Ἰσαποστόλου Ἀβερκίου, Ἐπισκόπου, Ἱεραπόλεως, τοῦ Θαυματουργοῦ.

Δοὺς Ἀβέρκιος χοῦν χοῒ θνητῶν νόμῳ,
Θεὸς Θεῷ πρόσεισι, τῷ φύσει,θέσει.
Εἰκάδι δευτερίῃ Ἀβέρκιος ᾤχετο γαίης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ Μαξιμιλιανοῦ, Ἰαμβλίχου, Μαρτινιανοῦ, Διονυσίου, Ἀντωνίου, Ἐξακουστωδιανοῦ, καὶ Ἰωάννου.
Παῖδες λιπόντες πρὸς μικρὸν μακροὺς ὕπνους,
Ὕπνωσαν αὖθις τὸν μετ' εἰρήνης ὕπνον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου, Ἐπισκόπου, καὶ Ἡρακλείου, Θεοδότης καὶ Γλυκερίας, Ἄννης καὶ Ἐλισάβετ.
Τμηθεὶς ὁ σεπτός, Ἀλέξανδρος αὐχένα,
Καὶ Μάρτυς ἐστίν, οὐ θύτης Χριστοῦ μόνον.
Θεοδότην ἄγχουσι καὶ Γλυκερίαν,
Θεοῦ γλυκείας ἠγαπηκυίας δόσεις.
«Στῶμεν καλῶς, καὶ θῶμεν αὐχένας ξίφει»,
Ἀθληφόροι λέγουσιν ἀλλήλαις δύο.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.