Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 19 Οκτωβρίου 2014

ΙΣΧΥΝ ΚΑΘΕΙΛΕΣ ΤΟΥ ΠΟΛΕΜΗΤΟΡΟΣ

Ἰσχὺν καθεῖλες τοῦ πολεμήτορος, τὴν θεϊκὴν σαφῶς περιζωσάμενος δύναμιν, Ἀθλητὰ γενναιότατε Οὔαρε· ὅθεν σε εὐφημοῦμεν, ἴασιν ἄφθονον, ἐκ τῶν σῶν λειψάνων, οἱ πιστοὶ ἀπαρυόμενοι.

Ὡς φῶς ὡς ὄρθρος ὡς μέγας ἥλιος, πάση τῇ γῇ ἡ μνήμη σου ἐξήπλωται Οὔαρε, σελασφόροις φωτίζουσα λάμψεσι, σοῦ τῶν σεπτῶν ἀγώνων, πάντας πανεύφημε, καὶ τόν σκοτασμὸν τῶν καρδιῶν ἀποδιώκουσα.

Σὺν σοὶ ἀστράπτοντα ὡς ἑώρακε, δόξῃ πολλῇ τὸν ἴδιον υἱὸν ἡ φιλότεκνος, τὸν τῶν ὅλων Θεὸν ἐμεγάλυνε, σὲ δὲ γνησιωτάτως, Μάρτυς ἐδόξασε, μέγιστον προστάτην, ἐμφανῶς καταπλουτήσασα.

Ἡ γῆ ἐν ᾗ σου τὸ καρτερώτατον, σῶμα Σοφὲ κατάκειται, ἐνθέως ἡγίασται, ἀλλὰ δίδου ἡμῖν ταῖς πρεσβείαις σου, λύσιν ἁμαρτημάτων, βίου διόρθωσιν, Οὔαρε καὶ πάντων, δυσχερῶν τὴν ἀπολυτρωσιν.