Σάββατο, 11 Οκτωβρίου 2014

ΟΡΘΟΤΟΜΗΣΑΣ ΤΟΝ ΛΟΓΟΝ

Ὀρθοτομήσας τὸν λόγον, μαστίγων πεῖραν ὑπέμεινας, ἐξορίας πικρίας καὶ κακώσεις, κραυγάζων Θεόφανες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Οἱ ποταμοὶ σοι τῶν λόγων, τῶν μελιρρύτων Θεόφανες, τῶν ἀνθρώπων ψυχάς, εὐφροσύνης ἐνθέου ἐπλήρωσαν, ὑμνολογούντων ᾄσμασι, τὸν Θεὸν τῶν Πατέρων ἡμῶν.

Τον δρόμον σου ἱεράρχα, τετελεκὼς μεταβέβηκας, ἐν ὑψίστοις Χριστῷ, σὺν Ἀγγέλοις κραυγάζων Θεόφανες· Εὐλογητός εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.