Τετάρτη, 17 Σεπτεμβρίου 2014

ΤΡΙΣΣΟΦΕΓΓΕΙ ΕΝΙΑΙΑ ΧΑΡΙΤΙ

Τρισσοφεγγεῖ ἑνιαίᾳ χάριτι, καταλαμπόμεναι σαφῶς, αἱ Παρθένοι δαιμονικήν, ἔλυσαν σκοτόμαιναν, φῶς τὸ τρισυπόστατον, θεολογοῦσαι καὶ μέλπουσαι· ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ἐν οὐρανοῖς τὰς παστάδας ἔχουσαι, λαμπαδηφόροι τῷ Χριστῷ, σὺν Ἀγγέλοις χαρμονικῶς, νῦν περιχορεύετε, δόξαν τὴν ἀΐδιον συνθεωροῦσαι καὶ μέλπουσαι· ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Καρτερικὴν ὡς οἱ Παῖδες ἔνστασιν, ἐπιδειξάμεναι τὸ πῦρ, κατεπάτησαν ἀνδρικῶς· τούτων γὰρ ἰσάριθμοι, γνώμην ἰσοστάσιον, αἱ θεοφόροι ἐκτήσαντο, τὸν αἰνετόν τῶν Πατέρων, ἀεὶ Θεὸν δοξάζουσαι.