Κυριακή, 28 Σεπτεμβρίου 2014

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΧΑΡΙΤΩΝΟΣ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΣΕΠΤΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Χαρίτωνος.
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Χαρίτωνος.

Τῆς γῆς πατήσας τάς τρυφὰς ὁ Χαρίτων,
Κατατρυφᾷ νῦν οὐρανοῦ τῶν χαρίτων.
Εἰκάδι ὀγδοάτῃ Χαρίτων θάνε γήραϊ μακρῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Βαρούχ.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Μαρτύρων, καὶ αὐταδέλφων, Ἀλεξάνδρου, Ἀλφειοῦ, καὶ Ζωσίμου, καὶ τοῦ Ἁγίου Μάρτυρος Μάρκου τοῦ ποιμένος, καὶ τῶν Ἁγίων Μαρτύρων Νίκωνος, Νέωνος, Ἡλιοδώρου, καὶ τῶν λοιπῶν παρθένων καὶ παίδων.
Εἰσδύντες εἰς γῆν Μάρτυρες τρεῖς Κυρίου,
Ἐκεῖθεν ἐκδύνουσιν εἰς θείαν δρόσον.
Ποιμὴν ὁ Μᾶρκος, Μᾶρκος, ὃν κτείνει ξίφος,
Ποιμὴν προβάτων, ὡς ὁ τῆς Γραφῆς Ἄβελ.
Ἡλιόδωρος, Νίκων, ἀλλὰ καὶ Νέων,
Χριστοῦ κατ' ἐχθρῶν ἐκ ξίφους νίκη νέα.
Τμηθέντα Παίδων καὶ Γυναικῶν μύρια,
Ὦ παῖ γυναικός, καὶ Θεέ, πλήθη δέχου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσταθίου τοῦ Ῥωμαίου.
Ῥωμαῖός ἐστιν, ἀλλὰ καὶ ῥωμαλέος.
Ὁ Μάρτυς Εὐστάθιος, ἄθλων πρὸς ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀλεξάνδρου, καὶ τῶν σὺν αὐτῷ τριάκοντα Μαρτύρων.
Ἔξαρχον Ἀλέξανδρον εἶχον τοῦ τέλους,
Τμηθέντες ἄνδρες, ὧν ἀριθμὸς τρισδέκα.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.