Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 6 Σεπτεμβρίου 2014

ΣΥΝΕΣΤΩΤΑ ΣΕ ΠΟΤΕ, Ο ΔΑΝΙΗΛ ΩΣ ΚΑΤΕΙΔΕ, ΔΕΙΛΙΑ ΟΛΩΣ ΛΗΦΘΕΙΣ

Συνεστῶτά σε ποτέ, ὁ Δανιὴλ ὡς κατεῖδε, δειλίᾳ ὅλως ληφθεὶς πεφόβηται, καὶ τοῖς ποσὶ τοῖς σοῖς προσπελάσας, συνετίζεται σαφῶς, μυστηρίων ἀφανῶν, τὴν δήλωσιν κραυγάζων· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τοὺς ἐθνῶν ἐπαγωγαῖς, ἀπαγομένους δεσμίους, εἰς τόπους λίαν μακρὰν τυγχάνοντας, σὲ δὲ προστάτην προσκαλουμένους, Ἀρχιστράτηγε Θεοῦ, προσεπανάγεις ἐν χαρᾷ, κραυγάζοντας· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τῶν Ἀγγέλων οἱ χοροί, κατανοοῦντές σε πόθῳ, χοροστασίαις βροτῶν ὑμνούμενον, χαρᾶς πληροῦνται ἀδιαδόχου, καὶ δοξάζουσι Θεόν, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν, τοὺς κάτω συνάψαντα, τοῖς οὐρανοῖς μυστικῶς, Ἀρχάγγελε Μιχαήλ.

Ποῖος τόπος ἀμοιρεῖ, τῶν σῶν ἀπείρων θαυμάτων, ποία σε πόλις οὐκ ἔχει πρόμαχον, ποία ψυχὴ καταπονουμένων, οὐ καλεῖ σε βοηθόν, τὸν Ἀρχιστράτηγον Θεοῦ;χαρμονικῶς βοῶσα· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Πλανωμένων ὁδηγός, ἀδικουμένων προστάτης, ὀλιγοψύχων παραμυθία τε, χειμαζομένων ὑπὸ πνευμάτων, γαληνότατος λιμήν, ἁμαρτωλῶν ἐγγυητής, νοσούντων ἐπίσκεψις, ἐσκοτισμένων φωστήρ, σὺ εἶ Ἀργάγγελε Θεοῦ.