Δευτέρα, 22 Σεπτεμβρίου 2014

ΤΩΝ ΟΥΡΑΝΙΩΝ ΧΑΡΙΤΩΝ, ΤΑΙΣ ΕΠΙΛΑΜΨΕΣΙ, ΚΑΤΑΥΓΑΣΘΕΙΣ ΕΔΕΙΧΘΗΣ

Τῶν οὐρανίων χαρίτων, ταῖς ἐπιλάμψεσι, καταυγασθεὶς ἐδείχθης, ἐν τῷ κόσμῳ Κοδρᾶτε, φωστὴρ πᾶσι προφαίνων, ἀκτῖνας φαιδράς, τοῦ ἐνθέου κηρύγματος, καὶ διὰ τοῦτο τιμῶμέν σε οἱ πιστοί, ὡς Ἀπόστολον καὶ Μάρτυρα.

Σὺ τὰς εὐθείας πορείας, βαδίσας ἔνδοξε, τῶν σκολιῶν ἐρρύσω, τρίβων τῆς ἀσεβείας, ἀνθρώπους πλανωμένους· ὅθεν πιστοί, ἀπλανῆ σε δοξάζομεν, καὶ ὁδηγὸν καὶ μεσίτην τῆς πρὸς Θεόν, οἰκειώσεως, Ἀπόστολε.

Ὁ θαυμαστὸς ἐν Ἁγίοις, ὑπάρχων Κύριος, σὲ τῇ ἀφθόνῳ δόξῃ, τῶν αὐτοῦ χαρισμάτων, ἐδόξασεν ἐν κόσμῳ, καὶ τῶν ψυχῶν, καὶ σωμάτων παρέσχετο, θεραπευτήν, ὦ Κοδρᾶτε, τοῖς εὐσεβῶς, εὐφημοῦσί σε Ἀπόστολε.