Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 20 Σεπτεμβρίου 2014

ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΕΥΣΤΑΘΙΟΥ ΚΑΙ ΤΗΣ ΣΥΝΟΔΙΑΣ ΑΥΤΟΥ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΣΕΠΤΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὐσταθίου καὶ τῆς συνοδίας αὐτοῦ.

Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὐσταθίου, καὶ Θεοπίστης, συμβίου αὐτοῦ, καὶ τῶν δύο υἱῶν αὐτῶν, Ἀγαπίου καὶ Θεοπίστου.

Εὐστάθιον βοῦς παγγενῆ χαλκοῦς φλέγει,
Καὶ παγγενῆ σὺ τοῦ Θεοῦ σῴζεις Λόγε.
Εἰκάδι Εὐστάθιος γενεῇ ἅμα βοῒ καύθη.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν καὶ Ὁμολογητῶν, Ὑπατίου Ἐπισκόπου, καὶ Ἀνδρέου Πρεσβυτέρου.
Ὑπὲρ πανάγνων Ὑπάτιον εἰκόνων,
Σὺν Ἀνδρέᾳ σφάττουσιν ἄνδρες αἱμάτων.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων, Μαρτίνου Πάπα Ῥώμης, Μαξίμου, καὶ τῶν σὺν αὐτοῖς.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀρτεμιδώρου καὶ Θαλοῦ.
Ἀρτεμίδωρον καὶ Θαλὸν κτείνει ξίφος,
Μὴ προσκυνοῦντας Ἄρτεμιν ξενοκτονον.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρος ἡμῶν Μελετίου, Ἐπισκόπου Κύπρου.
Ζωῆς ῥεούσης οὐ μέλει Μελετίῳ·
Ὅθεν τελευτᾶν, πῶς ἂν εἴποις; ἠγάπα.

Καὶ Μνήμη τοῦ ἐν Ὁμολογηταῖς μεγίστου Ἰωάννου τοῦ Αἰγυπτίου.

Ὁ ἅγιος νέος ὁσιομάρτυς Ἱλαρίων ὁ Κρής, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας κατὰ τὸ 1804, ξίφει τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.