Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 20 Σεπτεμβρίου 2014

ΞΥΛΟΝ ΤΟ ΤΟΥ ΣΤΑΥΡΟΥ, ΥΨΟΥΜΕΝΟΝ ΟΡΩΝΤΕΣ, ΜΕΓΑΛΩΣΥΝΗΝ ΔΩΜΕΝ

Ξύλον τὸ τοῦ Σταυροῦ, ὑψούμενον ὁρῶντες, μεγαλωσύνην δῶμεν Θεῷ τῷ σταυρωθέντι, σαρκὶ δι' ἀγαθότητα.

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

Ὕδατι θεουργῷ, καὶ αἵματί σου Λόγε, λαμπρῶς ἡ Ἐκκλησία, στολίζεται ὡς νύμφη, Σταυροῦ τὴν δόξαν μέλπουσα.
Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Ὕλην φθοροποιόν, ἐξαίρει ἁμαρτίας, τὸ τοῦ Σταυροῦ σου ξύλον, ὑψούμενον Σωτήρ μου, λαμπρύνει δὲ τὰ σύμπαντα.

Ὥσπερ Παῦλος τὴν κλῆσιν, οὐκ ἐξ ἀνθρώπων δεξάμενος, Μάρτυς Εὐστάθιε, καὶ αὐξάνων ἐν Θεῷ τῇ τοῦ Σταυροῦ πεποιθήσει, τῶν τυράννων τὸ δυσσεβές, καὶ τῶν βασάνων τὸ ἀπηνὲς ἀνδρείως κατῄσχυνας· διὸ καὶ μέχρις αἵματος, ἀντικατέστης πρὸς τὴν ἁμαρτίαν, πρὸς ἀοράτους ἐχθροὺς ἀνταγωνισάμενος, καὶ πρεσβεύεις ἀπαύστως τῷ Βασιλεῖ καὶ Θεῷ, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἡ φωνὴ τοῦ Προφήτου σου Μωϋσέως ὁ Θεός, πεπλήρωται ἡ λέγουσα· Ὄψεσθε τὴν ζωὴν ἡμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἠλευθέρωται. Σήμερον τοῦ Χριστοῦ ἡ ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαυϊτικοῖς, ὕμνον σοι προσφέροντα καὶ λέγοντα· Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν ἀνάστασιν, δι' ὧν ἡμᾶς ἔσωσας, ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε Κύριε, δόξα σοι.