Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 18 Σεπτεμβρίου 2014

ΤΟ ΑΝΥΨΟΥΜΕΝΟΝ ΞΥΛΟΝ ΤΗΣ ΣΩΤΗΡΙΑΣ ΗΜΩΝ

Τὸ ἀνυψούμενον ξύλον τῆς σωτηρίας ἡμῶν, ἐν ᾧ Χριστὸς τὰς χεῖρας, ἡ ζωὴ τῶν ἁπάντων, προσήλωσε βουλήσει, πάντας πιστούς, προσκαλεῖται ἐν ᾄσμασιν, ἑορταζόντων μετ᾽ ἤχου τοῦ προσκυνεῖν, ὑποπόδιον τὸ θεῖον αὐτοῦ.

Τῶν ἐγκαινίων τὴν μνήμην τῆς ἀναστάσεως, δι᾽ ἧς τοῖς ἐν τῷ σκότει, φῶς ἐπέλαμψε μέγα, ζωῆς καὶ ἀφθαρσίας, δεῦτε πιστοί, ἐκτελοῦντες ὑψώσωμεν, τὸ ζωοπάροχον ξύλον τὸ τοῦ Σταυροῦ, προσκυνοῦντες τὸν Σωτῆρα Χριστόν.

Μωσῆς ὁ μέγας, τὸ πάλαι ἐπὶ τοῦ ὄρους Σινᾶ, σταυροειδῶς τὰς χεῖρας, ἐκπετάσας εἰς ὕψος, ἐτύπου τὸν Σταυρόν σου, Χριστὲ ὁ Θεός, τὸν ὑψούμενον σήμερον, καὶ ἁγιάζοντα πάντας τοὺς ἐπὶ γῆς, ἐν αὐτῷ σε προσκυνοῦντας πιστῶς.

Τὴν ψυχὴν καὶ τὸ σῶμά σου, τῶν παθῶν καθηράμενος, τοῦ Ἁγίου Πνεύματος οἶκος γέγονας, καὶ ἱερέων ἐν χρίσματι, σαυτὸν κατεκόσμησας, παραστάτης δεξιός, χρηματίσας Εὐμένιε, καὶ συνόμιλος, τῶν Ἁγίων Ἀγγέλων, καὶ τῆς δόξης, τοῦ Κυρίου κληρονόμος, καὶ πρεσβευτὴς τῶν ὑμνούντων σε.

Ὁ περίδοξος βίος σου, ἀρεταῖς φαιδρυνόμενος, τῶν θαυμάτων ἔλαμψε ταῖς φαιδρότησι, καὶ εὐκλεῆ σε τοῖς πέρασι, παμμάκαρ εἰργάσατο, καὶ φωστῆρα ἀπλανῆ, καὶ Ἁγίων ὁμόσκηνον, καὶ τῆς πόλεως, τῆς ἁγίας πολίτην Ἱεράρχα, τῶν Ἀγγέλων συμπολῖτα, θαυματουργὲ ἀξιάγαστε.

Τῶν Κρητῶν ἐγκαλλώπισμα, τῆς Γορτύνης τὸν πρόεδρον, Ἐκκλησίας ἄσειστον τὸ θεμέλιον, τὸν ἱεράρχην Εὐμένιον, ἐν θαύμασι μέγιστον, καὶ δυνάμεσι πολλαῖς, γεγονότα περίδοξον, καὶ φωτίσαντα, τὰς ἐν ζόφῳ καρδίας, ὡς φωστῆρα, τῶν πιστῶν μεγαλοφώνως, οἱ συνελθόντες τιμήσωμεν.

Τοῦ τιμίου Σταυροῦ σου Χριστὲ τὴν ἐνέργειαν, προδιατυπώσας Μωϋσῆς, ἐτροποῦτο τὸν ἐναντίον Ἀμαλήκ, ἐν τῇ ἐρήμῳ Σινᾶ· ὅτε γὰρ ἐφήπλου τὰς χεῖρας, Σταυροῦ τὸν τύπον ποιῶν, ἐνίσχυεν ὁ λαός, νυνὶ δὲ τῶν πραγμάτων ἡ ἔκβασις, εἰς ἡμᾶς πεπλήρωται. Σήμερον ὁ Σταυρὸς ὑψοῦται, καὶ δαίμονες φυγαδεύονται· Σήμερον ἡ κτίσις πᾶσα ἐκ τῆς φθορᾶς ἠλευθέρωται· πάντα γὰρ διὰ Σταυροῦ, ἐπέλαμψεν ἡμῖν τὰ χαρίσματα· διὸ γηθόμενοι πάντες προσπίπτομέν σοι λέγοντες· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου Κύριε, δόξα σοι.