Δευτέρα, 25 Αυγούστου 2014

ΜΩΡΑΝΘΕΙΣΑΝ, ΤΗ ΚΑΚΙΑ ΠΑΝΑΟΙΔΙΜΕ

Μωρανθεῖσαν, τῇ κακίᾳ παναοίδιμε, τὴν ἀνθρωπότητα, νοστίμῳ ἅλατι, ἰάσω τῶν λόγων του, καὶ ψάλλειν ἔπεισας· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητός εἶ.

Οὐρανὸς ὡς ὑψηλότατος γενόμενος, δόξαν Θεοῦ νοητῶς, ὑψηλοτάτῃ φωνῇ, κηρύττεις ὡς ἔνθεος, μάκαρ Ἀπόστολος, ᾧ κραυγάζομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

Ὑφαντὸν τῆς θείας χάριτος ἱμάτιον, μάκαρ ἐνέδυσας, τοὺς γυμνωθέντας τὸ πρίν, κακίᾳ τοῦ ὄφεως, καὶ ψάλλειν ἔπεισας· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.