Παρασκευή, 22 Αυγούστου 2014

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΑΓΑΘΟΝΙΚΟΥ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου.
Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου καὶ τῶν σὺν αὐτῷ, Ζωτικοῦ Ζήνωνος, Θεοπρεπίου, Ἀκινδύνου καὶ Σεβηριανοῦ.

Ἀγαθονίκου κλῆσις ἀψευδεστάτη,
Χρηστὴν βοῶσα τοῦδε νίκην ἐκ ξίφους.
Τρεῖς καρτεροῦντες μηχανήματος βίαν,
Τὰς μηχανὰς λύουσι τοῦ παμμηχάνου.
Ἐν μάρτυσι τμηθεῖσιν αὐχένα ξίφει,
Σεβηριανὸς τάττεται τμηθεὶς ξίφει.
Ἰδοὺ παρ᾽ ἡμῖν καὶ Κυρηναῖος νέος,
Οὐκ ἀγγαρευθείς, ἀλλ' ἑκὼν Σταυρὸν φέρων.
Ἔκτανε δευτερίῃ ξίφος εἰκάδι Ἀγαθόνικον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας μάρτυρος Ἀνθούσης καὶ Ἀθανασίου Ἐπισκόπου, τοῦ βαπτίσαντος αὐτήν, καὶ Χαρησίμου καὶ Νεοφύτου τῶν οἰκετῶν αὐτῆς.

Ἀνθῆσαν ἐκ γῆς τῆς Σελευκείας ῥόδον,
Ἀνθοῦσαν ἐδρέψαντο χεῖρες Ἀγγέλων.
Ἀθανάσιος κἂν τεθνήξωμαι ξίφει,
Τοῖς ζῶσι Χριστοῦ ζῶν τετάξομαι φίλοις.
Δοῦλοι δύο τμηθέντες, εὗρον οἱ δύο
Τὴν εὐγένειαν, ἣν ἀπώλεσαν πάλαι.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι μάρτυρες Εἰρηναῖος, Ὤρ καὶ Ὄροψις ξίφει τελειοῦνται.
Ξίφει τριὰς τμηθεῖσα, τριστάτας πλάνης,
Βυθῷ καλύπτει τῶν ἑαυτῆς αἱμάτων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.