Σάββατο, 16 Αυγούστου 2014

ΕΥΡΕΣ ΑΜΟΙΒΗΝ

Εὗρες ἀμοιβήν, καμάτων τὴν ἄνω σοι, ἑτοιμασθεῖσαν τρυφήν, ἔνθα αὐλιζόμενος, ὡραϊσμένος μάρτυρι καὶ καλλοναῖς, κατατρυφᾷς τοῦ Κτίστου σου τῆς ὡραιότητος, ἱκετεύων, δοῦναι τοῖς τιμῶσί σε, ἱλασμὸν καὶ κακῶν ἀπολύτρωσιν.

Στήλη ἀρετῶν, καὶ πίστεως ἔρεισμα, καὶ στῦλος ἄσειστος, πύργος τε ἀκλόνητος, ἐδείχθης Μάρτυς τῆς Ἐκκλησίας Χριστοῦ, καὶ ποταμὸς ἰάσεων, ἀναβλυστάνων κρουνούς, ἰατρεῖον, ἄμισθον τοῖς πόθῳ σου, ἐκτελοῦσι τὴν μνήμην Διόμηδες.

Ἔδυς ἀπὸ γῆς, εἰδώλων τὴν ἄθεον ἐξαφανίσας ἀχλύν, καὶ πρὸς τὴν ἀνέσπερον, αὐγὴν μετῆλθες τῆς ἀρχιφώτου ζωῆς· ἧς τὰς ἐμφάσεις ἔνδοξε, πρῴην ἐκέκτησο, ταῖς ἐκεῖθεν, λάμψεσι λαμπόμενος, καὶ χαρὰς ἀϊδίου πληρούμενος.