Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 25 Αυγούστου 2014

ΒΑΡΘΟΛΟΜΑΙΟΥ ΚΑΙ ΤΙΤΟΥ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τῆς ἐπανόδου τοῦ Λειψάνου Ἁγίου Ἀποστόλου Βαρθολομαίου, καὶ μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τίτου.

Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἐπανόδου τοῦ Λειψάνου τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Βαρθολομαίου.

Ἵνα τρυγῶμεν ἄφθονον πιστοὶ χάριν,
Βαρθολομαῖος εὑρέθη κεκρυμμένος.
Σὸν νέκυν εἰκάδι Βαρθολομαῖε ἐφεῦρον πέμπτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τίτου, Ἐπισκόπου Γορτύνης τῆς κατὰ Κρήτην, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.
Ἴτω παρ' ἡμῶν καὶ Τίτῳ βραχὺς τίτλος,
Τούτου τελευτὴν τὴν ἐν εἰρήνῃ φέρων.
Οὐράνιον δάπεδον λάχες εἰκάδι Τίτ' ἑνὶ πέμπτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήιμη τῶν Ἁγίων Πατέρων ἡμῶν Μηνᾶ, Ἐπιφανίου, Γενναδίου καὶ Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Ὁ κόσμος ἐκλέλοιπε τῆς Ἐκκλησίας.
Μηνᾶς γὰρ ἐκλέλοιπεν ἐκ τῶν ἐνθάδε,
Σπάσας τελευτῆς Ἐπιφάνιος μέθυ,
Κεῖται τραπεὶς εἰς ὕπνον εὐθὺς τῷ κάρῳ.
Ἐπιφανίῳ, Γενναδίῳ ποιμέσι
Χριστοῦ, Ἰωάννη τε ὕμνον προσφέρω.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.