Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 7 Ιουνίου 2014

ΦΟΒΕΡΟΝ ΤΟ ΤΕΛΟΣ ΤΟ ΤΟΥ ΘΑΝΑΤΟΥ

Φοβερὸν τὸ τέλος τὸ τοῦ θανάτου, καὶ φρικτὴ ἡ κρίσις ἡ τοῦ Δεσπότου· τὸ πῦρ γὰρ τὸ ἄσβεστον ηὐτρέπισται ἐκεῖσε, σκώληξ ἀκοίμητος κολάζων, καὶ βρυγμὸς τῶν ὀδόντων, σκότος ἐξώτερον ὑπάρχει, καὶ αἰωνία δίκη· διὸ κράξωμεν πρὸς τὸν Σωτῆρα· Οὓς ἐξελέξω ἐκ τῶν προσκαίρων ἀνάπαυσον, διὰ τὸ μέγα σου ἔλεος.

Πάντες οἱ τῷ βίῳ προστετηκότες, δεῦτε ἐν τοῖς τάφοις ἐξεστηκότες, ἐγκύψατε, ἴδετε τοῦ κόσμου τὴν ἀπάτην, ποῦ νῦν τοῦ σώματος τὸ κάλλος, καὶ ἡ δόξα τοῦ πλούτου; ποῦ δὲ ἡ ἔπαρσις τοῦ βίου; ὄντως μάταια πάντα· διὸ κράξωμεν πρὸς τὸν Σωτῆρα· Οὓς ἐξελέξω ἐκ τῶν προσκαίρων ἀνάπαυσον, διὰ τὸ μέγα σου ἔλεος.

Νῦν ἐπὶ τὸν τάφον ὁ ἐπὶ θρόνου, νῦν ὁ ἐν πορφύρᾳ φθορὰν ὑπέδυ· οὐκ ἔτι ἐν θρόνῳ γάρ, ἀλλ' ἐν μνήματι κεῖται, ἴδε, ἐξέλιπε, τὸ βασίλειον κράτος, ἴδε, ὡς ὄναρ, τῶν ἀνθρώπων, παροδεύει ὁ βίος· διὸ κράξωμεν πρὸς τὸν Σωτῆρα· Οὓς ἐξελέξω ἀνάπαυσον, διὰ τὸ μέγα σου ἔλεος.

Πάντας τοὺς ἐνθένδε μετατεθέντας, ἐπὶ αἰωνίου ζωῆς ἐλπίδι, καὶ βίον ἀλλάξαντας παντοίῳ Σῶτερ τρόπῳ, πᾶσαν κατάστασιν καὶ γένος, καὶ πᾶσαν ἡλικίαν, ἄνδρας ὁμοῦ τε καὶ γυναῖκας, καὶ ἀρτίτοκα βρέφη, ὡς φιλάνθρωπος, ἐν κόλποις τάξον, τοῦ Ἀβραάμ τε καὶ ἐν τόποις ἀνέσεως, διὰ τὸ μέγα σου ἔλεος.
Ὡς ἄνθος μαραίνεται καὶ ὡς ὄναρ παρέρχεται, καὶ διαλύεται πᾶς ἄνθρωπος, πάλιν δὲ ἠχούσης τῆς σάλπιγγος, νεκροὶ ὡς ἐν συσσεισμῷ πάντες ἀναστήσονται, πρός τὴν σὴν ὑπάντησιν Χριστὲ ὁ Θεός, τότε Δέσποτα, οὓς μετέστησας ἐξ ἡμῶν, ἐν ταῖς τῶν Ἁγίων σου κατάταξον σκηναῖς τὰ τουτων ἐγκλήματα παριδὼν ἀγαθέ.
Σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ ἐν σοφίᾳ δημιουργήσας τὸ πᾶν, ὁ καὶ τοὺς Προφήτας ἐξαποστείλας ἡμῖν προφητεῦσαί σου τὴν παρουσίαν, καὶ Ἀποστόλους κηρῦξαι σου τὰ μεγαλεῖα· καὶ οἱ μέν, προεφήτευον τὴν ἔλευσίν σου, οἱ δέ, τῷ βαπτίσματι ἐφώτισαν τὰ ἔθνη, Μάρτυρες δὲ ἔτυχον δόξης ἐκ τούτων, καὶ πρεσβεύουσιν ἐκτενῶς σοι τῷ Δεσπότῃ, σὺν τῇ τεκούσῃ σε Μητρί. Ἀνάπαυσον ὁ Θεὸς ψυχάς, ἃς προσελάβου, καὶ ἡμᾶς καταξίωσον τῆς βασιλείας σου, ὁ Σταυρὸν ὑπομείνας δι' ἐμὲ τὸν κατάκριτον, ὁ λυτρωτής μου καὶ Θεός.