Τρίτη, 3 Ιουνίου 2014

ΤΩΝ ΚΥΡΙΟΚΤΟΝΩΝ ΣΕ ΔΕΙΝΟΙ

Τῶν κυριοκτόνων σε δεινοί, παῖδες προδεδώκασι, φθόνῳ τηκόμενοι ἔνδοξε, καὶ ἀνδρισάμενος, ἀκαταγωνίστως, Παραδείσου εἴληφας, ὦ Λουκιλλιανὲ τὴν ἀπόλαυσιν· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Παῖδες οἱ πανίεροι πατρί, ὥσπερ πειθαρχοῦντές σοι, σὺν σοὶ ἀθλοῦσι στερρότατα, καὶ ἡ ἀοίδιμος, καὶ Ὁσία Παῦλα, Μάρτυς ἀξιάγαστε, μεθ' ὧν νῦν κατοικῶν τὰ οὐράνια, Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἰάσεων νάματα ἡ σή, θήκη τοῖς προστρέχουσιν, ἀναπηγάζει ἑκάστοτε, Μάρτυς πολύαθλε, καὶ ἐκπλύνει πάθη, καὶ βυθίζει φάλαγγας, δαιμόνων συνεργείᾳ τοῦ Πνεύματος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.