Σάββατο, 7 Ιουνίου 2014

ΙΝΑ ΤΗΣ ΔΟΞΗΣ ΤΥΧΗΣ

Ἵνα τῆς δόξης τύχης, τῆς ἐκεῖ Ἀθλοφόρε, τῆς ὁρωμένης χαίρων κατεφρόνησας, καὶ θείᾳ ἐπινεύσει, πρὸς τοὺς αἰκισμοὺς ἐχώρησας μὴ δειλιάσας, κολαστηρίων εἴδη καὶ θάνατον πικρόν· ὅθεν μετὰ Μαρτύρων ἐστέφθης ἀγωνισάμενος.

Ὡράθης οἶκος Μάρτυς, καθαρὸς τῆς Τριάδος, οἰκοδομία πράξεων Θεόδοτε, πανόλβιε ἐνθέων, ἄθλων τε λαμπρῶν φαιδρότησι κεκοσμημένος, δι' ὧν ναοὺς δαιμόνων, καὶ ξόανα σοφέ, θείᾳ τοῦ Παρακλήτου δυνάμει, σαφῶς κατέστρεψας.

Σταλάζον ὄρος θεῖον, γλυκασμὸν ἀνεφάνης, πηγὴ θαυμάτων πέλαγός τε ἔνδοξε, ἐνθέων χαρισμάτων, ῥεῖθρον διαυγὲς τοῦ Πνεύματος, ψυχὰς ἀρδεῦον, καὶ κατακλύζον πάθη, καὶ πᾶσι προξενοῦν, Μάρτυς τοῖς σὲ ὑμνοῦσι τὴν ἀγαλλίασιν.