Σάββατο, 14 Ιουνίου 2014

ΗΛΙΟΣ ΚΑΤΑΛΑΜΨΑΣ

Ἥλιος καταλάμψας ὁ τῆς δικαιοσύνης ἐν τῇ πεφωτισμένῃ ψυχῇ σου, ἀπεδίωξε πᾶσαν ἀχλὺν ἁμαρτίας ἐξ αὐτῆς, καὶ Θεοῦ ἔδειξε Προφήτην σε φαιδρότατον· ἐντεῦθεν καὶ ἡμεῖς κράζομεν οὕτως·
Χαῖρε, Θεοῦ ὁ μηδὲν προτιμήσας, χαῖρε, βοῶν κατασφάξας τὰ ζεύγη.
Χαῖρε, ὁ καταλείψας τὸν βίον σου ἅπαντα, χαῖρε, ὁ πλουτήσας τὸν πλοῦτον τὸν ἄσυλον.
Χαῖρε, ὅτι ἠκολούθησας τῷ καλέσαντι Θεῷ, χαῖρε, ὅτι νῦν ἀπείληφας παρ' αὐτοῦ τὰς δωρεάς.
Χαῖρε, ὅτι τὴν μηλωτὴν Ἠλιοὺ ἐκομίσω, χαῖρε, ὅτι ἐν τάχει διασχίζεις τὸ ὕδωρ.
Χαῖρε, περῶν ἀβρόχως τὰ ὕδατα. χαῖρε, ψυχῶν πολλῶν ὁ ἐπίκουρος.
Χαῖρε, μαθὼν τὴν ἀπόκρυφον γνῶσιν, χαῖρε, θανὼν καὶ ὡς ζῶν ἐποπτεύων.
Χαίροις, Προφῆτα θεσπέσιε.