Τετάρτη, 11 Ιουνίου 2014

ΜΕΓΑ ΚΑΙ ΜΙΚΡΟΝ, ΠΟΛΥ ΤΕ ΚΑΙ ΟΛΙΓΟΝ

Μέγα καὶ μικρόν, πολύ τε καὶ ὀλίγον, τὸ τοῦ Σωτῆρος Εὐαγγέλιον, πανσόφως ἐδίδαξας, τὰ μεγάλα καὶ παράδοξα, συντετμημένοις ῥήμασι, πᾶσι διασημαῖνον, Βαρθολομαῖε θεόσοφε.

Ὥσπερ ποταμός, Σιὼν ἐξωρμημένος, τῆς Ἐκκλησίας τὰ συστήματα, ποτίζων Πανόλβιε, τὸν χειμάρρουν τῆς θείας τρυφῆς, ἐξέπιες φανότατα, κράζων· Ὑπερυψοῦτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.