Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 7 Ιουνίου 2014

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΘΕΟΔΟΤΟΥ ΑΓΚΥΡΑΣ

Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΝΙΟΥ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου Ἀγκύρας.

Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου τοῦ ἐν Ἀγκύρᾳ.

Χεὶρ Θεόδοτον, ἣν Θεοῦ χεὶρ ξηράνοι,
Θεῷ δοτὸν τίθησι, πλήξασα ξίφει.
Θεόδοτος ἑβδομάτῃ τυθεὶς ἕλεν οὐρανὸν εὐρύν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ζηναΐδος τῆς θαυματουργοῦ, καὶ τῶν Ἁγίων γυναικῶν, Αἰσίας καὶ Σωσάννης, μαθητριῶν Παγκρατίου Ἐπισκόπου Ταυρομενίου.

Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτῶν Μαρτυρείῳ, ἐν τοῖς Βασιλίσκου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λυκαρίωνος.

Ἄφωνος ἥκει πρὸς ξίφος Λυκαρίων,
Ἔναντι τοῦ κείροντος οἷον ἀρνίον.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ταράσιος καὶ Ἰωάννης ξίφει τελειοῦνται.

Ἰωάννην τέμνουσι σὺν Ταρασίῳ
Οὐ πρὸς τέμνον ἐκταραχθέντας ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Στέφανος ἐν εἰρήνῃ τελειοῦται.

Ἐπώνυμος Στέφανος οὗ φορεῖ στέφους,
Ὁ πρακτικὴ χεὶρ ἀρετῶν οἶδε πλέκειν.

Τῇ αὐτῇ ἡμέρᾳ, ο. Ὅσιος Ἄνθιμος ἐν εἰρήνῃ τελειοῦται.

Ἄνθην ἐνεγκὼν Ἄνθιμος χριστοῦ βίου,
Πρὸ τῆς τελευτῆς ἀρετῶν καρπὸν φύει.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Σεβαστιανὴ ἐν εἰρήνῃ τελειοῦται.

Σεβαστιανῆς, ὡς τὰ λοιπὰ τοῦ βίου,
Σεβαστὰ πᾶσι, καὶ τὸ τοῦ βίου τέλος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.