Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 5 Ιουνίου 2014

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΔΩΡΟΘΕΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΤΥΡΟΥ

Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Δωροθέου, Ἐπισκόπου Τύρου.

Ὁ Δωρόθεος, κἂν φραγγέλλωμαι λέγει,
Λείπουσι πολλὰ πρὸς τὰ Χριστοῦ μου πάθη.
Πέμπτῃ Δωροθέοιο δέμας πληγῇσι δαμάσθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερὰς ἀπειλῆς καὶ ἀνάγκης, ἐν τῇ τῶν Βαρβάρων ἐπιδρομῇ, ὅτε, μέλλοντας ὑπ' αὐτῶν δικαίως αἰχμαλωτίζεσθαι, καὶ φόνῳ μαχαίρας παραδίδοσθαι, ὁ οἰκτίρμων καὶ φιλάνθρωπος Κύριος, διὰ σπλάγχνα ἐλέους αὐτοῦ, παρ' ἐλπίδα πᾶσαν ἐλυτρώσατο ἡμᾶς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δέκα Μαρτύρων τῶν ἐν Αἰγύπτῳ, Μαρκιανοῦ, Νικάνδρου, Ὑπερεχίου, Ἀπόλλωνος, Λεωνίδου, Ἀρείου, Γοργίου, Σεληνιάδος, Εἰρήνης καὶ Πάμβωνος.

Ὁ ἅγιος μάρτυς Χριστόφορος ὁ ἀπὸ Ῥώμης, ξίφει τελειοῦται.

Ὁ ἅγιος Μάρτυς Κόνων, ὁ ἀπὸ Ῥώμης, ἐν θαλάσσῃ βληθεὶς τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.