Σάββατο, 14 Ιουνίου 2014

ΕΙΛΗΦΑΣ ΜΑΚΑΡ ΕΛΙΣΣΑΙΕ, ΕΝ ΤΩ ΠΝΕΥΜΑΤΙ ΔΙΠΛΑ ΤΟΥ ΔΙΔΑΣΚΑΛΟΥ

Εἴληφας μάκαρ Ἐλισσαῖε, ἐν τῷ Πνεύματι διπλᾶ τοῦ διδασκάλου, καὶ ἐν τούτῳ θεοφορούμενος ἐβόας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ὅλον τὸν βίον ἐκαρπώσω, καὶ τὴν ἄφθονον χάριν τοῦ διδασκάλου, παρθενίας δειχθεὶς κειμήλιον καὶ μέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ὕδωρ διῆλθες, Ἰορδάνου, ὃ ἐπάταξας μνησθεὶς τοῦ διδασκάλου, καὶ διέβης ἀνίκμοις ἴχνεσι κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.