Δευτέρα, 2 Ιουνίου 2014

ΑΙΜΑΤΙ ΧΡΙΣΤΟΥ ΛΕΛΥΤΡΩΜΕΝΟΣ, ΤΗ ΓΝΩΜΗ ΤΟΝ ΔΙ΄ ΑΥΤΟΝ ΥΠΕΣΤΗΣ

Αἵματι Χριστοῦ λελυτρωμένος, τῇ γνώμῃ τὸν δι' αὐτὸν ὑπέστης θάνατον· τῆς γὰρ συνειδήσεως, ἤνεγκας μαρτύριον, ὁμολογίας χάριτι καταλαμπόμενος, καὶ Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σῶμα καὶ ψυχὴν κεκαθαρμένος, τὸν λόγον τῷ παντεπόπτῃ Λόγῳ τέθεικας, τοῦτον πρὶν ἀσώματον ἄναρχον δεικνύοντα, καὶ συμπαθῶς γενόμενον ἄνθρωπον ὕστερον, τόν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἵνα κληρουχίας οὐρανίου, καὶ δόξης ἀδιαδόχου τύχης ἔνδοξε, δόξαν τὴν εὐμάραντον, Πάτερ καταλέλοιπας, ὑπερορίας ἅπασαν φέρων πικρότητα, καὶ Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.