Δευτέρα, 2 Ιουνίου 2014

ΝΙΚΗΦΟΡΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝ/ΠΟΛΕΩΣ

Τῌ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΝΙΟΥ

Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.,

Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.

Τοῦ Πατριάρχου Πατριάρχης πλησίον,
Θείου γέροντος, Ἀβραὰμ Νικηφόρος.
Δευτερίῃ Νικηφόρος εἰς Ἐδὲμ εὕρατο μοίρην.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι τριάκοντα ὀκτὼ μάρτυρες, ἐν Λουτρῷ βληθέντες, τῆς θύρας ἐμφραγείσης τελειοῦνται.

Ἡ ἁγία Μήτηρ μετὰ τῶν τριῶν αὐτῆς τέκνων τελειοῦνται.

Ὁ ὅσιος Ἱερομάρτυς Ἔρασμος, ὁ ἐν τῷ Χερμελίᾳ τῆς Ἀχρίδος, ἐν εἰρήνῃ τελειοῦται.

Αἱ διὰ τοῦ ἁγίου Ἐράσμου πιστεύσασαι τῷ Χριστῷ εἴκοσι χιλιάδες ξίφει τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.