Πέμπτη, 22 Μαΐου 2014

ΝΙΚΗΤΗΣ ΤΥΡΑΝΝΩΝ, ΚΑΙ ΠΝΕΥΜΑΤΩΝ

Νικητὴς τυράννων, καὶ πνευμάτων Ἔνδοξε τῆς πονηρίας, ἀνεδείχθης μέλπων, τῷ σὲ δυναμώσαντι ἀκαταπαύστως· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἑνεκρώθης κόσμῳ, τῷ νεκροῖς διδόντι δὲ ζωὴν Δεσπότῃ, Βασιλίσκε Μάρτυς, ἀκλινῶς ἑπόμενος ἔψαλλες χαίρων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Σώματος βασάνους, ἐνεγκὼν στερρότητι ψυχῆς θεόφρον, Ἀσωμάτοις θείοις, συγχορεύων αἴνεσιν Θεῷ προσάγεις· Εὐλογεῖτε λέγων, τα ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.