Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 17 Μαΐου 2014

ΝΥΝ ΟΥΝ ΓΟΡΤΥΝΙΟΙ ΠΑΝΤΕΣ, ΔΕΥΤΕ ΑΘΡΟΙΣΘΗΤΕ

Νῦν οὖν Γορτύνιοι πάντες, δεῦτε ἀθροίσθητε πόθῳ, καὶ περιπτύξασθε θερμῶς, τὴν πανσέβαστον Κάραν, καὶ ἐμφορήθητε ὀσμῆς εὐώδους, καὶ θείας ἐκ τῆς λάρνακος, ἀνυμνοῦντες καὶ βοῶντες· σῶσον πάντας Ἱεράρχα σαῖς εὐχαῖς.

Τὴν φωτοφόρον σου μνήμην, ἐπιτελοῦμεν ἐνθέως, ᾠδαῖς καὶ ὕμνοις ἱεροῖς, Ἀθανάσιε Πάτερ· θαυματουργὸς γὰρ ἀληθῶς, ἡμῖν ὁσημέραι ἀναδείκνυσαι, καὶ τὴν θείαν σου Κάραν, ἐγκατέλιπες ἡμῖν ὡς θησαυρόν.

Ἡνίκα μέλλει ὁ Κτίστης τὰ ἔθνη ἅπαντα κρῖναι, τότε παράστηθι γοργῶς, καὶ λιπάρησον Πάτερ, ἵνα ὁ δύστηνος ῥυσθῶ, τῆς γεέννης ἐκείνης καὶ τοῦ σκώληκος, καὶ τὸ πλῆθος παρίδῃ, τῶν ἐμῶν πταισμάτων ὁ Κριτής.

Νικητικὰ μὲν βραβεῖα, τῆς ἀρετῆς ἤρω Πάτερ· ὡς γὰρ ποιμὴν ἀληθινὸς καὶ τυφλῶν ποδηγέτης, ὑπερετίθεις σὴν ψυχήν, καὶ τοῖς πᾶσι πάντα γέγονας οὐράνιε, ἵνα πάντας κερδήσῃς, καὶ προσάξῃς τὸ σὸν ποίμνιον Χριστῷ.