Δευτέρα, 26 Μαΐου 2014

ΙΔΩΝ ΜΕΤΑ ΔΟΞΗΣ ΑΝΕΛΘΟΝΤΑ

Ἰδὼν μετὰ δόξης ἀνελθόντα, Θεὸν σαρκοφόρον ἐν ὑψίστοις, ἑβδομήκοντα Κάρπε Μαθηταῖς, συναριθμούμενος ἐξῆλθες, ἅμα σὺν τούτοις, κήρυξ ἔνθεος δεικνύμενος.

Ὡς πρόβατον μέσον ἀπεστάλης, τῶν λύκων μετάγων αὐτοὺς Κάρπε, πρὸς ἐπίγνωσιν λόγῳ ἀληθεῖ, τῆς σωτηρίας, καὶ μεταπλάττων, τούτων τὴν γνώμην, θεορρῆμον πρός εὐσέβειαν.

Συνόμιλος ὤφθης τῶν Ἀγγέλων Ἀπόστολε Κάρπε θεορρῆμον, Ἀποστόλων καὶ Μαρτύρων θαυμαστῶς, ἐν εὐσεβείᾳ τελειωθέντων, οἷς συγχορεύων, εὐφροσύνως ἡμῶν μέμνησο.

Ἡγίασας Κάρπε βηματίζων, τὴν γῆν καὶ τὸ ἅγιον κηρύττων, Εὐαγγέλιον πίστει καὶ ψυχάς, τῷ ζωοδότῃ λόγῳ προσῆξας· ὅθεν σοι νέμει, κληρουχίαν τὴν οὐράνιον.