Παρασκευή, 23 Μαΐου 2014

ΕΠΙ ΤΗΝ ΠΗΓΗΝ ΕΠΕΣΤΗ, Η ΠΗΓΗ ΤΩΝ ΘΑΥΜΑΤΩΝ

Ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν θαυμάτων, ἐν τῇ ἕκτῃ ὥρᾳ, τῆς Εὔας ζωγρῆσαι καρπόν· ἡ γὰρ Εὔα ἐν ταύτῃ ἐξελήλυθεν ἐκ τοῦ Παραδείσου, ἀπάτῃ τοῦ ὄφεως. Ἤγγικεν οὖν ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ, ἣν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, κἀγὼ ὕδατος ἁλλομένου ἐμπλήσω σε, καὶ εἰς τὴν πόλιν δραμοῦσα ἡ σώφρων, τοῖς ὄχλοις ἀνήγγειλεν εὐθύς· Δεῦτε, ἴδετε Χριστὸν τὸν Κύριον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Ἐπὶ τὸ φρέαρ ὡς ἦλθεν ὁ Κύριος, ἡ Σαμαρεῖτις ἠρώτα τὸν εὔσπλαγχνον· Παράσχου μοι τὸ ὕδωρ τῆς πίστεως, καὶ λήψομαι τῆς κολυμβήθρας τὰ νάματα, ἀγαλλίασιν καὶ λύτρωσιν, Ζωοδότα Κύριε, δόξα σοι.

Ὁ συνάναρχος καὶ συναΐδιος Υἱὸς καὶ Λόγος τοῦ Πατρός, ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν ἰαμάτων, καὶ γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ παραγέγονεν, ἥν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, καὶ ἀπελθοῦσα, φώνησόν σου τὸν ἄνδρα. Ἡ δέ, ὡς ἀνθρώπῳ διαλεγομένη καὶ οὐ Θεῷ, λαθεῖν σπουδάζουσα ἔλεγεν· οὐκ ἔχω ἄνδρα. Καὶ ὁ Διδάσκαλος πρὸς αὐτήν· Ἀληθῶς εἶπας, οὐκ ἔχω ἄνδρα· πέντε γὰρ ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ. Ἡ δέ, ἐπὶ τῷ ῥήματι ἐκπλαγεῖσα, καὶ εἰς τὴν πόλιν δραμοῦσα, τοῖς ὄχλοις ἐπεβόα λέγουσα· Δεῦτε, ἴδετε Χριστόν, ὃς δωρεῖται τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, εὑρὼν ὁ Ἰησοῦς τὴν Σαμαρείτιδα, αἰτεῖ ὕδωρ παρ' αὐτῆς, ὁ νέφεσι καλύπτων τὴν γῆν. Ὢ τοῦ θαύματος! ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, πόρνῃ γυναικὶ διελέγετο, ὕδωρ αἰτῶν, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, ὕδωρ ζητῶν, ὁ πηγὰς καὶ λίμνας ὑδάτων ἐκχέων, θέλων ἑλκῦσαι ὄντως αὐτήν, τὴν θηρευομένην ὑπὸ τοῦ πολεμήτορος ἐχθροῦ καὶ ποτίσασθαι ὕδωρ ζῶν, τὴν φλεγομένην ἐν τοῖς ἀτοπήμασι δεινῶς, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.
Ὁ διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου· σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.