Κυριακή, 18 Μαΐου 2014

ΥΦΑΝΤΟΝ ΕΚ ΤΗΣ ΑΝΩΘΕΝ ΧΑΡΙΤΟΣ, ΑΠΕΚΔΥΣΕΙ ΠΗΛΙΝΟΥ ΤΟΥ ΣΩΜΑΤΟΣ

Ὑφαντὸν ἐκ τῆς ἄνωθεν χάριτος, ἀπεκδύσει πηλίνου τοῦ σώματος, οἱ Ἀθληταὶ ἱμάτιον, ἐνεδύσαντο πόθῳ ἀναβοῶντες· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

Ῥαντισμῷ θείου αἵματος Μάρτυρες, καθαρθέντες τὸ αἷμα τὸ ἴδιον, ὑπὲρ Χριστοῦ ἐχέατε, μελῳδοῦντες ἀπαύστως· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Ὡραιότατοι βότρυες ὤφθητε, νοουμένης ἀμπέλου Μακάριοι, οἶνον ἡμῖν προχέοντες, εὐσεβείας τοῖς πόθῳ ἀναβοῶσιν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.