Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 20 Μαΐου 2014

ΟΜΒΡΟΙΣ ΤΩΝ ΑΙΜΑΤΩΝ ΣΟΥ

Ὄμβροις τῶν αἱμάτων σου, μεγαλομάρτυς Θαλλέλαιε, ἀθεΐας τὴν κάμινον, ἐνθέως κατέσβεσας νῦν δὲ τῶν θαυμάτων, ῥείθροις ἀπελαύνεις, πάθη ποικίλα καὶ πιστοῖς, ῥῶσιν παρέχεις ἐν θείᾳ χάριτι· διὸ τὴν θείαν μνήμην σου, περιχαρῶς ἑορτάζομεν, καὶ τὴν κόνιν τοῦ σώματος, ἱερῶς προσπτυσσόμεθα.

Θαλλὸν σε κατάκαρπον, θείας ἐλαίας γνωρίσαντες, ἀθλοφόρε Θαλλέλαιε, ἐλαίῳ τῶν πόνων σου, καὶ τῶν ὑπὲρ φύσιν θαυματουργημάτων, ἱλαρυνόμεθα σαφῶς, τὸν ἐπὶ πάντων Θεὸν δοξάζοντες, μεγάλως σε δοξάσαντα, ὑπὲρ αὐτοῦ ὡς ἀθλήσαντα, καὶ τῆς πλάνης τὸ φρύαγμα, παντελῶς ἀφανίσαντα.

Πελάγει ῥιπτούμενος, καὶ ταῖς σανίσιν εἱλούμενος, καὶ εὐτόνως ξεόμενος, μένεις ἀταπείνωτος, τοῦ Χριστοῦ σε μάκαρ, ἐπενδυναμοῦντος, ἀνδρειοτάτῳ λογισμῷ, πονηροτάτῳ φθόνῳ μαχόμενον, Θαλλέλαιε μακάριε, τῶν Ἀσωμάτων ὁμότιμε, ἀθλοφόρων συνόμιλε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.